Page 332 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 332

ESQUILO

                     ἐλπὶς ἀπέστασεν ἄχος
                     προσφανεῖσά μοι καλῶς.

                     Ηλεκτρα                               ἀντ. ζ.
                     τί δ᾽ ἂν φάντες τύχοιμεν ἢ τά περ
                     πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;
                420    πάρεστι σαίνειν, τὰ δ᾽ οὔτι θέλγεται.
                     λύκος γὰρ ὥστ᾽ ὠμόφρων
                     ἄσαντος ἐκ ματρός ἐστι θυμός.

                     Χορος                                 στρ. η.
                     ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας
                     νόμοις ἰηλεμιστρίας,
                425    ἀπριγδόπληκτα πολυπλάνητα δ᾽ ἦν ἰδεῖν
                     ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα
                     ἄνωθεν ἀνέκαθεν, κτύπῳ δ᾽ ἐπερρόθει
                     κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.


                     Ηλεκτρα                               στρ. θ.
                     ἰὼ ἰὼ δαΐα
                430    πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς
                     ἄνευ πολιτᾶν ἄνακτ᾽,
                     ἄνευ δὲ πενθημάτων
                     ἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι.


                     Ορεςτης                               στρ. ι.
                     τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι.
                435    πατρὸς δ᾽ ἀτίμωσιν ἆρα τείσει
                     ἕκατι μὲν δαιμόνων,

                                          97










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   97
        ORISTEADA_0722_v3.indb   97                                  25/07/22   14:45
   327   328   329   330   331   332   333   334   335   336   337