Page 330 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 330

ESQUILO

                     Ηλεκτρα                               ἀντ. δ.
                     καὶ πότ᾽ ἂν ἀμφιθαλὴς
                395    Ζεὺς ἐπὶ χεῖρα βάλοι,
                     φεῦ φεῦ, κάρανα δαΐξας;
                     πιστὰ γένοιτο χώρᾳ.
                     δίκαν δ᾽ ἐξ ἀδίκων ἀπαιτῶ.
                     κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.


                     Χορος
                400     ἀλλὰ νόμος μὲν φονίας σταγόνας
                     χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν
                     αἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺν
                     παρὰ τῶν πρότερον φθιμένων ἄτην
                     ἑτέραν ἐπάγουσαν ἐπ᾽ ἄτῃ.


                     Ορεςτης                               στρ. ζ.
                405    πόποι δὴ νερτέρων τυραννίδες,
                     ἴδετε πολυκρατεῖς Ἀραὶ φθινομένων,
                     ἴδεσθ᾽ Ἀτρειδᾶν τὰ λοίπ᾽ ἀμηχάνως
                     ἔχοντα καὶ δωμάτων
                     ἄτιμα. πᾷ τις τράποιτ᾽ ἄν, ὦ Ζεῦ;


                     Χορος                                 ἀντ. ε.
                410    πέπαλται δαὖτέ μοι φίλον κέαρ
                     τόνδε κλύουσαν οἶκτον
                     καὶ τότε μὲν δύσελπις,
                     σπλάγχνα δέ μοι κελαινοῦ-
                     ται πρὸς ἔπος κλυούσᾳ.
                415    ὅταν δ᾽ αὖτ᾽ ἐπ᾽ ἀλκῆς ἐπάρῃ μ᾽

                                          96










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   96
        ORISTEADA_0722_v3.indb   96                                  25/07/22   14:45
   325   326   327   328   329   330   331   332   333   334   335