Page 328 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 328

ESQUILO

                370    πρόσω τινὰ πυνθάνεσθαι
                     τῶνδε πόνων ἄπειρον.


                     Χορος
                     ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,
                     μεγάλης δὲ τύχης καὶ ὑπερβορέου
                     μείζονα φωνεῖς: δύνασαι γάρ.
                375    ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης
                     δοῦπος ἱκνεῖται: τῶν μὲν ἀρωγοὶ
                     κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων
                     χέρες οὐχ ὅσιαι στυγερῶν τούτων:
                     παισὶ δὲ μᾶλλον γεγένηται.

                     Ορεςτης                               στρ. δ.
                380    τοῦτο διαμπερὲς οὖς
                     ἵκεθ᾽ ἅπερ τι βέλος.
                     Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων
                     ὑστερόποινον ἄταν
                     βροτῶν τλάμονι καὶ πανούργῳ
                385    χειρί—τοκεῦσι δ᾽ ὅμως τελεῖται.

                     Χορος                                 στρ. ε.
                     ἐφυμνῆσαι γένοιτό μοι πυκά-
                     εντ᾽ ὀλολυγμὸν ἀνδρὸς
                     θεινομένου, γυναικός τ᾽
                     ὀλλυμένας: τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας
                390     ποτᾶται; πάροιθεν δὲ πρῴρας
                     δριμὺς ἄηται κραδίας
                     θυμὸς ἔγκοτον στύγος.

                                          95










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   95
        ORISTEADA_0722_v3.indb   95                                  25/07/22   14:45
   323   324   325   326   327   328   329   330   331   332   333