Page 406 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 406

ESQUILO

                25      ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,
                     λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον:
                     Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος
                     καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
                     ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.
                30      καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ
                     ἄριστα δοῖεν: κεἰ παρ᾽ Ἑλλήνων τινές,
                     ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.
                     μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.
                     ἦ δεινὰ λέξαι, δεινὰ δ᾽ ὀφθαλμοῖς δρακεῖν,
                35      πάλιν μ᾽ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,
                     ὡς μήτε σωκεῖν μήτε μ᾽ ἀκταίνειν βάσιν,
                     τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν:
                     δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.
                     ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν:
                40      ὁρῶ δ᾽ ἐπ᾽ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ
                     ἕδραν ἔχοντα προστρόπαιον, αἵματι
                     στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
                     ἔχοντ᾽ ἐλαίας θ᾽ ὑψιγέννητον κλάδον,
                     λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,
                45      ἀργῆτι μαλλῷ: τῇδε γὰρ τρανῶς ἐρῶ.
                     πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος
                     εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.











                                          133










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   133
        ORISTEADA_0722_v3.indb   133                                 25/07/22   14:45
   401   402   403   404   405   406   407   408   409   410   411