Page 410 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 410
ESQUILO
γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται
70 θεῶν τις οὐδ᾽ ἄνθρωπος οὐδὲ θήρ ποτε.
κακῶν δ᾽ ἕκατι κἀγένοντ᾽, ἐπεὶ κακὸν
σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονός,
μισήματ᾽ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.
75 ἐλῶσι γάρ σε καὶ δι᾽ ἠπείρου μακρᾶς
βιβῶντ᾽ ἀν᾽ αἰεὶ τὴν πλανοστιβῆ χθόνα
ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.
καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
πόνον: μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν
80 ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.
κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
ὥστ᾽ ἐς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων:
καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῷον δέμας.
Ορεςτης
85 ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ‘δικεῖν:
ἐπεὶ δ᾽ ἐπίστᾳ, καὶ τὸ μὴ ‘μελεῖν μάθε.
σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.
Απολλων
μέμνησο, μὴ φόβος σε νικάτω φρένας.
σὺ δ᾽, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,
90 Ἑρμῆ, φύλασσε: κάρτα δ᾽ ὢν ἐπώνυμος
135
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 135
ORISTEADA_0722_v3.indb 135 25/07/22 14:45