Page 412 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 412

ESQUILO

                     πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν
                     ἱκέτην—σέβει τοι Ζεὺς τόδ᾽ ἐκνόμων σέβας—
                     ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.

                     Κλυταιμηςτρας ειδωλον
                     εὕδοιτ᾽ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;
                95      ἐγὼ δ᾽ ὑφ᾽ ὑμῶν ὧδ᾽ ἀπητιμασμένη
                     ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον
                     ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,
                     αἰσχρῶς δ᾽ ἀλῶμαι: προυννέπω δ᾽ ὑμῖν ὅτι
                     ἔχω μεγίστην αἰτίαν κείνων ὕπο:
                100    παθοῦσα δ᾽ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,
                     οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
                     κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
                     ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν.
                     εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
                105    ἐν ἡμέρᾳ δὲ μοῖρ᾽ ἀπρόσκοπος βροτῶν.
                     ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,
                     χοάς τ᾽ ἀοίνους, νηφάλια μειλίγματα,
                     καὶ νυκτίσεμνα δεῖπν᾽ ἐπ᾽ ἐσχάρᾳ πυρὸς
                     ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
                110    καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.
                     ὁ δ᾽ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
                     καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων
                     ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.
                     ἀκούσαθ᾽ ὡς ἔλεξα τῆς ἐμῆς περὶ






                                          136










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   136
        ORISTEADA_0722_v3.indb   136                                 25/07/22   14:45
   407   408   409   410   411   412   413   414   415   416   417