Page 416 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 416

ESQUILO


                     Χορος
                     (μυγμὸς διπλοῦς ὀξύς)
                130    λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.
                     Κλυταιμηςτρας ειδωλον
                     ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ᾽ ἅπερ
                     κύων μέριμναν οὔποτ᾽ ἐκλείπων πόνου.
                     τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,
                     μηδ᾽ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσ᾽ ὕπνῳ.
                135    ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν:
                     τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.
                     σὺ δ᾽ αἱματηρὸν πνεῦμ᾽ ἐπουρίσασα τῷ,
                     ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,
                     ἕπου, μάραινε δευτέροις διώγμασιν.

                     Χορος
                140    ἔγειρ᾽, ἔγειρε καὶ σὺ τήνδ᾽, ἐγὼ δὲ σέ.
                     εὕδεις; ἀνίστω, κἀπολακτίσασ᾽ ὕπνον,
                     ἰδώμεθ᾽ εἴ τι τοῦδε φροιμίου ματᾷ.


                     Χορος                                 στρ. α.
                     ἰοὺ ἰοὺ πύπαξ. ἐπάθομεν, φίλαι,—
                     ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ,—
                145    ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι,
                     ἄφερτον κακόν:
                     ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θ᾽ ὁ θήρ.—
                     ὕπνῳ κρατηθεῖσ᾽ ἄγραν ὤλεσα.






                                          138










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   138
        ORISTEADA_0722_v3.indb   138                                 25/07/22   14:45
   411   412   413   414   415   416   417   418   419   420   421