Page 418 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 418

ESQUILO

                     Χορος                                 ἀντ. α.
                     ἰὼ παῖ Διός, ἐπίκλοπος πέλῃ,—
                150    νέος δὲ γραίας δαίμονας καθιππάσω,—
                     τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ
                     τοκεῦσιν πικρόν:
                     τὸν μητραλοίαν δ᾽ ἐξέκλεψας ὢν θεός.—
                     τί τῶνδ᾽ ἐρεῖ τις δικαίως ἔχειν;


                     Χορος                                 στρ. β
                155    ἐμοὶ δ᾽ ὄνειδος ἐξ ὀνειράτων μολὸν
                     ἔτυψεν δίκαν διφρηλάτου
                     μεσολαβεῖ κέντρῳ
                     ὑπὸ φρένας, ὑπὸ λοβόν.—
                160    πάρεστι μαστίκτορος δαΐου δαμίου
                     βαρὺ τὸ περίβαρυ κρύος ἔχειν.

                     Χορος                                 ἀντ. β.
                     τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί,
                     κρατοῦντες τὸ πᾶν δίκας πλέον
                     φονολιβῆ θρόνον
                165    περὶ πόδα, περὶ κάρα.—
                     πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων
                     βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.

                     Χορος                                 στρ. γ.
                     ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι
                170    μυχὸν ἐχράνατ᾽ αὐτόσσυτος, αὐτόκλητος,
                     παρὰ νόμον θεῶν βρότεα μὲν τίων,
                     παλαιγενεῖς δὲ μοίρας φθίσας.

                                          139










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   139
        ORISTEADA_0722_v3.indb   139                                 25/07/22   14:45
   413   414   415   416   417   418   419   420   421   422   423