Page 420 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 420

ESQUILO

                     Χορος                                 ἀντ. γ.
                     κἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται,
                175    ὑπό τε γᾶν φυγὼν οὔ ποτ᾽ ἐλευθεροῦται.
                     ποτιτρόπαιος ὢν δ᾽ ἕτερον ἐν κάρᾳ
                     μιάστορ᾽ ἐκ γένους πάσεται.


                     Απολλων
                     ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος
                180    χωρεῖτ᾽, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,
                     μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,
                     χρυσηλάτου θώμιγγος ἐξορμώμενον,
                     ἀνῇς ὑπ᾽ ἄλγους μέλαν᾽ ἀπ᾽ ἀνθρώπων ἀφρόν,
                     ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.
                185    οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει:
                     ἀλλ᾽ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι
                     δίκαι σφαγαί τε σπέρματός τ᾽ ἀποφθορᾷ
                     παίδων κακοῦται χλοῦνις, ἠδ᾽ ἀκρωνία,
                     λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν
                190    ὑπὸ ῥάχιν παγέντες. ἆρ᾽ ἀκούετε
                     οἵας ἑορτῆς ἔστ᾽ ἀπόπτυστοι θεοῖς
                     στέργηθρ᾽ ἔχουσαι; πᾶς δ᾽ ὑφηγεῖται τρόπος
                     μορφῆς. λέοντος ἄντρον αἱματορρόφου
                     οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις
                195    ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος.










                                          140










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   140
        ORISTEADA_0722_v3.indb   140                                 25/07/22   14:45
   415   416   417   418   419   420   421   422   423   424   425