Page 450 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 450

ESQUILO

                     βροτὸς δικάζειν: οὐδὲ μὴν ἐμοὶ θέμις
                     φόνου διαιρεῖν ὀξυμηνίτου δίκας:
                     ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς
                     ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις:
                475    οὕτως δ᾽ ἄμομφον ὄντα σ᾽ αἰδοῦμαι πόλει.
                     αὗται δ᾽ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
                     καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,
                     χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων
                     πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.
                480    τοιαῦτα μὲν τάδ᾽ ἐστίν: ἀμφότερα, μένειν
                     πέμπειν τε δυσπήμαντ᾽ ἀμηχάνως ἐμοί.
                     ἐπεὶ δὲ πρᾶγμα δεῦρ᾽ ἐπέσκηψεν τόδε,
                     φόνων δικαστὰς ὁρκίους αἱρουμένη
                     θεσμὸν τὸν εἰς ἅπαντ᾽ ἐγὼ θήσω χρόνον.
                485    ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια
                     καλεῖσθ᾽, ἀρωγὰ τῆς δίκης ὁρκώματα:
                     κρίνασα δ᾽ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα
                     ἥξω, διαιρεῖν τοῦτο πρᾶγμ᾽ ἐτητύμως,
                     ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν.

                     Χορος                                 στρ. α.
                490    νῦν καταστροφαὶ νέων
                     θεσμίων, εἰ κρατή-
                     σει δίκα τε καὶ βλάβα
                     τοῦδε ματροκτόνου.
                     πάντας ἤδη τόδ᾽ ἔργον εὐχερεί-






                                          155










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   155
        ORISTEADA_0722_v3.indb   155                                 25/07/22   14:45
   445   446   447   448   449   450   451   452   453   454   455