Page 454 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 454

ESQUILO

                     καὶ φρενῶν ἐπίσκοπον
                     δεῖ μένειν καθήμενον.
                520    ξυμφέρει
                     σωφρονεῖν ὑπὸ στένει.
                     τίς δὲ μηδὲν ἐν δέει
                     καρδίαν ἂν ἀνατρέφων
                     ἢ πόλις βροτός θ᾽ ὁμοί-
                525    ως ἔτ᾽ ἂν σέβοι δίκαν;

                     Χορος                                 στρ. γ.
                     μήτ᾽ ἀνάρχετον βίον
                     μήτε δεσποτούμενον
                     αἰνέσῃς.
                     παντὶ μέσῳ τὸ κράτος
                530    θεὸς ὤπασεν, ἄλλ᾽
                     ἄλλᾳ δ᾽ ἐφορεύει.
                     ξύμμετρον δ᾽ ἔπος λέγω,
                     δυσσεβίας μὲν ὕβρις
                     τέκος ὡς ἐτύμως:
                535    ἐκ δ᾽ ὑγιείας
                     φρενῶν ὁ πάμφιλος
                     καὶ πολύευκτος ὄλβος.

                     Χορος                                 ἀντ. γ.
                     ἐς τὸ πᾶν δέ σοι λέγω,
                     βωμὸν αἴδεσαι Δίκας:
                540    μηδέ νιν
                     κέρδος ἰδὼν ἀθέῳ
                     ποδὶ λὰξ ἀτίσῃς:

                                          157










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   157
        ORISTEADA_0722_v3.indb   157                                 25/07/22   14:45
   449   450   451   452   453   454   455   456   457   458   459