Page 456 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 456
ESQUILO
ποινὰ γὰρ ἐπέσται.
κύριον μένει τέλος.
545 πρὸς τάδε τις τοκέων
σέβας εὖ προτίων
καὶ ξενοτίμους
δόμων ἐπιστροφὰς
αἰδόμενός τις ἔστω.
Χορος στρ. δ.
550 ἑκὼν δ᾽ ἀνάγκας ἄτερ δίκαιος ὢν
οὐκ ἄνολβος ἔσται:
πανώλεθρος δ᾽ οὔποτ᾽ ἂν γένοιτο.
τὸν ἀντίτολμον δέ φαμι παρβάταν
ἄγοντα πολλὰ παντόφυρτ᾽ ἄνευ δίκας
555 βιαίως ξὺν χρόνῳ καθήσειν
λαῖφος, ὅταν λάβῃ πόνος
θραυομένας κεραίας.
Χορος ἀντ. δ.
καλεῖ δ᾽ ἀκούοντας οὐδὲν ἐν μέσᾳ
δυσπαλεῖ τε δίνᾳ:
560 γελᾷ δὲ δαίμων ἐπ᾽ ἀνδρὶ θερμῷ,
τὸν οὔποτ᾽ αὐχοῦντ᾽ ἰδὼν ἀμαχάνοις
δύαις λαπαδνὸν οὐδ᾽ ὑπερθέοντ᾽ ἄκραν:
δι᾽ αἰῶνος δὲ τὸν πρὶν ὄλβον
ἕρματι προσβαλὼν δίκας
565 ὤλετ᾽ ἄκλαυτος, αἶστος.
158
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 158
ORISTEADA_0722_v3.indb 158 25/07/22 14:45