Page 196 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 196
ESQUILO
οὔπω θέλοντος ἐξαναλῶσαι γένος,
ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.
680 τοσαῦτ᾽ ἀκούσας ἴσθι τἀληθῆ κλύων.
Χορος στρ. α.
τίς ποτ᾽ ὠνόμαζεν ὧδ᾽
ἐς τὸ πᾶν ἐτητύμως—
μή τις ὅντιν᾽ οὐχ ὁρῶ-
μεν προνοίαισι τοῦ πεπρωμένου
685 γλῶσσαν ἐν τύχᾳ νέμων;—
τὰν δορίγαμβρον ἀμφινει-
κῆ θ᾽ Ἑλέναν; ἐπεὶ πρεπόντως
ἑλένας, ἕλανδρος, ἑλέπτολις,
690 ἐκ τῶν ἁβροτίμων
προκαλυμμάτων ἔπλευσε
Zεφύρου γίγαντος αὔρᾳ,
πολύανδροί τε φεράσπιδες
695 κυναγοὶ κατ᾽ ἴχνος πλατᾶν ἄφαντον
κελσάντων Σιμόεντος
ἀκτὰς ἐπ᾽ ἀεξιφύλλους
δι᾽ Ἔριν αἱματόεσσαν.
Χορος ἀντ. α.
Ἰλίῳ δὲ κῆδος ὀρθ-
700 ώνυμον τελεσσίφρων
Μῆνις ἤλασεν, τραπέ-
ζας ἀτίμωσιν ὑστέρῳ χρόνῳ
30
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 30
ORISTEADA_0722_v3.indb 30 25/07/22 14:45