Page 200 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 200
ESQUILO
730 μηλοφόνοισιν ἐν ἄταις
δαῖτ᾽ ἀκέλευστος ἔτευξεν:
αἵματι δ᾽ οἶκος ἐφύρθη,
ἄμαχον ἄλγος οἰκέταις
μέγα σίνος πολυκτόνον.
735 ἐκ θεοῦ δ᾽ ἱερεύς τις ἄ-
τας δόμοις προσεθρέφθη.
Χορος στρ. γ.
πάραυτα δ᾽ ἐλθεῖν ἐς Ἰλίου πόλιν
λέγοιμ᾽ ἂν φρόνημα μὲν
νηνέμου γαλάνας,
740 ἀκασκαῖον δ᾽ ἄγαλμα πλούτου,
μαλθακὸν ὀμμάτων βέλος,
δηξίθυμον ἔρωτος ἄνθος.
παρακλίνασ᾽ ἐπέκρανεν
745 δὲ γάμου πικρὰς τελευτάς,
δύσεδρος καὶ δυσόμιλος
συμένα Πριαμίδαισιν,
πομπᾷ Διὸς ξενίου,
νυμφόκλαυτος Ἐρινύς.
Χορος ἀντ. γ.
750 παλαίφατος δ᾽ ἐν βροτοῖς γέρων λόγος
τέτυκται, μέγαν τελε-
σθέντα φωτὸς ὄλβον
τεκνοῦσθαι μηδ᾽ ἄπαιδα θνῄσκειν,
755 ἐκ δ᾽ ἀγαθᾶς τύχας γένει
βλαστάνειν ἀκόρεστον οἰζύν.
32
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 32
ORISTEADA_0722_v3.indb 32 25/07/22 14:45