Page 296 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 296

ESQUILO

                     Χορος                                 στρ. β.
                     τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,
                     ἰὼ γαῖα μαῖα,
                45      μωμένα μ᾽ ἰάλλει
                     δύσθεος γυνά. φοβοῦ-
                     μαι δ᾽ ἔπος τόδ᾽ ἐκβαλεῖν.
                     τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;
                     ἰὼ πάνοιζυς ἑστία,
                50      ἰὼ κατασκαφαὶ δόμων.
                     ἀνήλιοι βροτοστυγεῖς
                     δνόφοι καλύπτουσι δόμους
                     δεσποτῶν θανάτοισι.

                     Χορος                                 ἀντ. β.
                55      σέβας δ᾽ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν
                     δι᾽ ὤτων φρενός τε
                     δαμίας περαῖνον
                     νῦν ἀφίσταται. φοβεῖ-
                     ται δέ τις. τὸ δ᾽ εὐτυχεῖν,
                60      τόδ᾽ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.
                     ῥοπὴ δ᾽ ἐπισκοπεῖ Δίκας
                     ταχεῖα τοὺς μὲν ἐν φάει,
                     τὰ δ᾽ ἐν μεταιχμίῳ σκότου
                     μένει χρονίζοντας ἄχη βρύει,
                65      τοὺς δ᾽ ἄκραντος ἔχει νύξ.

                     Χορος                                 στρ. γ
                     δι᾽ αἵματ᾽ ἐκποθένθ᾽ ὑπὸ χθονὸς τροφοῦ
                     τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
                     διαλγὴς δ᾽ ἄτα διαφέρει
                70      τὸν αἴτιον παναρκέτας νόσου βρύειν.

                                          79










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   79
        ORISTEADA_0722_v3.indb   79                                  25/07/22   14:45
   291   292   293   294   295   296   297   298   299   300   301