Page 298 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 298
ESQUILO
Χορος ἀντ. γ.
θιγόντι δ᾽ οὔτι νυμφικῶν ἑδωλίων
ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
προβαίνοντες τὸν χερομυσῆ
φόνον καθαίροντες ἴθυσαν μάταν.
Χορος ἐπῳδ.
75 ἐμοὶ δ᾽ —ἀνάγκαν γὰρ ἀμφίπτολιν
θεοὶ προσήνεγκαν: (ἐκ γὰρ οἴκων
πατρῴων δούλιόν μ᾽ ἐσᾶγον αἶσαν) —
δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον
80 βίᾳ φρενῶν αἰνέσαι
πικρὸν στύγος κρατούσῃ.
δακρύω δ᾽ ὑφ᾽ εἱμάτων
ματαίοισι δεσποτᾶν
τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.
Ηλεκτρα
δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
85 ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ
πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι:
τί φῶ χέουσα τάσδε κηδείους χοάς;
πῶς εὔφρον᾽ εἴπω, πῶς κατεύξομαι πατρί;
πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
90 γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;
τῶνδ᾽ οὐ πάρεστι θάρσος, οὐδ᾽ ἔχω τί φῶ,
χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
80
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 80
ORISTEADA_0722_v3.indb 80 25/07/22 14:45