Page 302 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 302
ESQUILO
Χορος
πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.
Ηλεκτρα
ἐμοί τε καὶ σοί τἄρ᾽ ἐπεύξομαι τάδε;
Χορος
αὐτὴ σὺ ταῦτα μανθάνουσ᾽ ἤδη φράσαι.
Ηλεκτρα
τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῇδε προστιθῶ στάσει;
Χορος
115 μέμνησ᾽ Ὀρέστου, κεἰ θυραῖός ἐσθ᾽ ὅμως.
Ηλεκτρα
εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.
Χορος
τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη—
Ηλεκτρα
τί φῶ; δίδασκ᾽ ἄπειρον ἐξηγουμένη.
Χορος
ἐλθεῖν τιν᾽ αὐτοῖς δαίμον᾽ ἢ βροτῶν τινα—
Ηλεκτρα
120 πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;
82
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 82
ORISTEADA_0722_v3.indb 82 25/07/22 14:45