Page 300 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 300
ESQUILO
ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,
ἔσθλ᾽ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
95 στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;
ἢ σῖγ᾽ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
πατήρ, τάδ᾽ ἐκχέασα, γάποτον χύσιν,
στείχω καθάρμαθ᾽ ὥς τις ἐκπέμψας πάλιν
δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
100 τῆσδ᾽ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι:
κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
μὴ κεύθετ᾽ ἔνδον καρδίας φόβῳ τινός.
τὸ μόρσιμον γὰρ τόν τ᾽ ἐλεύθερον μένει
καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
105 λέγοις ἄν, εἴ τι τῶνδ᾽ ἔχοις ὑπέρτερον.
Χορος
αἰδουμένη σοι βωμὸν ὣς τύμβον πατρὸς
λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.
Ηλεκτρα
λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.
Χορος
φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν.
Ηλεκτρα
110 τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;
81
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 81
ORISTEADA_0722_v3.indb 81 25/07/22 14:45