Page 476 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 476

ESQUILO


                     Απολλων
                     ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων
                     πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;

                     Χορος
                     λέγεις: ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης
                720    βαρεῖα χώρᾳ τῇδ᾽ ὁμιλήσω πάλιν.


                     Απολλων
                     ἀλλ᾽ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις
                     θεοῖς ἄτιμος εἶ σύ: νικήσω δ᾽ ἐγώ.


                     Χορος
                     τοιαῦτ᾽ ἔδρασας καὶ Φέρητος ἐν δόμοις:
                     Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.


                     Απολλων
                725    οὔκουν δίκαιον τὸν σέβοντ᾽ εὐεργετεῖν,
                     ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;


                     Χορος
                     σύ τοι παλαιὰς διανομὰς καταφθίσας
                     οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.

                     Απολλων
                     σύ τοι τάχ᾽ οὐκ ἔχουσα τῆς δίκης τέλος
                730    ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν.





                                          168










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   168
        ORISTEADA_0722_v3.indb   168                                 25/07/22   14:45
   471   472   473   474   475   476   477   478   479   480   481