Page 478 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 478

ESQUILO


                     Χορος
                     ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,
                     δίκης γενέσθαι τῆσδ᾽ ἐπήκοος μένω,
                     ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.


                     Αθηνα
                     ἐμὸν τόδ᾽ ἔργον, λοισθίαν κρῖναι δίκην.
                735    ψῆφον δ᾽ Ὀρέστῃ τήνδ᾽ ἐγὼ προσθήσομαι.
                     μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μ᾽ ἐγείνατο,
                     τὸ δ᾽ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,
                     ἅπαντι θυμῷ, κάρτα δ᾽ εἰμὶ τοῦ πατρός.
                     οὕτω γυναικὸς οὐ προτιμήσω μόρον
                740    ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.
                     νικᾷ δ᾽ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.
                     ἐκβάλλεθ᾽ ὡς τάχιστα τευχέων πάλους,
                     ὅσοις δικαστῶν τοῦτ᾽ ἐπέσταλται τέλος.

                     Ορεςτης
                     ὦ Φοῖβ᾽ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;


                     Χορος
                745    ὦ Νὺξ μέλαινα μῆτερ, ἆρ᾽ ὁρᾷς τάδε;


                     Ορεςτης
                     νῦν ἀγχόνης μοι τέρματ᾽, ἢ φάος βλέπειν.








                                          169










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   169
        ORISTEADA_0722_v3.indb   169                                 25/07/22   14:45
   473   474   475   476   477   478   479   480   481   482   483