Page 482 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 482

ESQUILO

                765    μήτοι τιν᾽ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς
                     ἐλθόντ᾽ ἐποίσειν εὖ κεκασμένον δόρυ.
                     αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε
                     τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα
                     ἀμηχάνοισι πράξομεν δυσπραξίαις,
                770    ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους
                     τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος:
                     ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος
                     τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί,
                     αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.
                775    καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς:
                     πάλαισμ᾽ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,
                     σωτήριόν τε καὶ δορὸς νικηφόρον.

                     Χορος                                 στρ. α.
                     ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους
                     καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.
                780    ἐγὼ δ᾽ ἄτιμος ἁ τάλαινα βαρύκοτος
                     ἐν γᾷ τᾷδε, φεῦ,
                     ἰὸν ἰὸν ἀντιπενθῆ
                     μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ
                     ἄφορον: ἐκ δὲ τοῦ
                785     λειχὴν ἄφυλλος, ἄτεκνος,
                     ἰὼ δίκα, πέδον ἐπισύμενος
                     βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
                     στενάζω: τί ῥέξω;
                     γελῶμαι: πολίταις





                                          171










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   171
        ORISTEADA_0722_v3.indb   171                                 25/07/22   14:45
   477   478   479   480   481   482   483   484   485   486   487