Page 480 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 480

ESQUILO


                     Χορος
                     ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν.


                     Απολλων
                     πεμπάζετ᾽ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,
                     τὸ μὴ ‘δικεῖν σέβοντες ἐν διαιρέσει.
                750    γνώμης δ᾽ ἀπούσης πῆμα γίγνεται μέγα,
                     βαλοῦσά τ᾽ οἶκον ψῆφος ὤρθωσεν μία.


                     Αθηνα
                     ἀνὴρ ὅδ᾽ ἐκπέφευγεν αἵματος δίκην:
                     ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.


                     Ορεςτης
                     ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους.
                755    γαίας πατρῴας ἐστερημένον σύ τοι
                     κατῴκισάς με: καί τις Ἑλλήνων ἐρεῖ,
                     ‘Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν
                     οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου
                     ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου
                760    σωτῆρος,’ ὃς πατρῷον αἰδεσθεὶς μόρον
                     σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.
                     ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ
                     τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον
                     ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,








                                          170










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   170
        ORISTEADA_0722_v3.indb   170                                 25/07/22   14:45
   475   476   477   478   479   480   481   482   483   484   485